previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλέξανδρος γάρ, ἐπειδή οἱ παρεσκεύαστο τὸ ναυτικὸν ἐπὶ τοῦ Ὑδάσπεω τῇσιν ὄχθῃσιν, ἐπιλεγόμενος ὅσοι τε Φοίνικες καὶ ὅσοι Κύπριοι καὶ Αἰγύπτιοι εἵποντο ἐν τῇ ἄνω στρατηλασίῃ, ἐκ τούτων ἐπλήρου τὰς νέας, ὑπηρεσίας τε αὐτῇσι καὶ ἐρέτας ἐπιλεγόμενος ὅσοι τῶν θαλασσίων ἔργων δαήμονες. [2] ἦσαν δὲ καὶ νησιῶται ἄνδρες οὐκ ὀλίγοι ἐν τῇ στρατιῇ, οἷσι ταῦτα ἔμελε, καὶ Ἴωνες καὶ Ἑλλησπόντιοι. [3] τριήραρχοι δὲ αὐτοῖσιν ἐπεστάθησαν ἐκ Μακεδόνων μὲν Ἡφαιστίων τε Ἀμύντορος, καὶ Λεόννατος Ἀντέου, καὶ Λυσίμαχος Ἀγαθοκλέος, καὶ Ἀσκληπιόδωρος Τιμάνδρου, καὶ Ἄρχων Κλεινίεω, καὶ Δημόνικος Ἀθηναίου, καὶ Ἀρχίης Ἀναξιδότεω, καὶ Ὀφέλας Σειληνοῦ, καὶ Τιμάνθης Παντιάδεω. οὗτοι μὲν Πελλαῖοι: ἐκ δὲ Ἀμφιπόλιος ἦγον οἵδε: [4] Νέαρχος Ἀνδροτίμου, ὃς τὰ ἀμφὶ τῷ παραπλόῳ ἀνέγραψε: καὶ Λαομέδων Λαρίχου, καὶ Ἀνδροσθένης Καλλιστράτου: [5] ἐκ δὲ τῆς Ὀρεστίδος Κράτερός τε Ἀλεξάνδρου, καὶ Περδίκκας Ὀρόντεω: Ἐορδαῖοι δὲ Πτολεμαῖός τε Λάγου καὶ Ἀριστόνοος Πισαίου. ἐκ Πύδνης δὲ Μήτρων τε Ἐπιχάρμου καὶ Νικαρχίδης Σίμου. [6] ἐπὶ δὲ Ἄτταλός τε Ἀνδρομένεος Τυμφαῖος, καὶ Πευκέστας Ἀλεξάνδρου, Μιεζεύς, καὶ Πείθων Κρατεύα, Ἀλκομενεύς, καὶ Λεόννατος Ἀντιπάτρου Αἰγαῖος, καὶ Πάνταυχος Νικολάου Ἀλωρίτης, καὶ Μυλλέας Ζωΐλου Βεροιαῖος. οὗτοι μὲν οἱ σύμπαντες Μακεδόνες: [7] Ἑλλήνων δὲ Μήδιος μὲν Ὀξυθέμιδος Λαρισαῖος, Εὐμένης δὲ [p. 24] Ἱερωνύμου ἐκ Καρδίης, Κριτόβουλος δὲ δ Πλάτωνος Κῷος καὶ Θόας Μηνοδώρου καὶ Μαίανδρος Μανδρογένεος Μάγνητες. [8] Ἄνδρων δὲ Καβήλεω Τήιος, Κυπρίων δὲ Νικοκλέης Πασικράτεος Σόλιος, καὶ Νιθάφων Πνυταγόρεω Σαλαμίνιος. ἦν δὲ δὴ καὶ Πέρσης αὐτῷ τριήραρχος, Βαγώας Φαρνούχεω. [9] τῆς δὲ αὐτοῦ Ἀλεξάνδρου νεὸς κυβερνήτης ἦν Ὀνησίκριτος Ἀστυπαλαιεύς, γραμματεὺς δὲ τοῦ στόλου παντὸς Εὐαγόρας Εὐκλέωνος Κορίνθιος. [10] ναύαρχος δὲ αὐτοῖσιν ἐπεστάθη Νέαρχος Ἀνδροτίμου, τὸ γένος μὲν Κρὴς Νέαρχος, ᾤκεε δὲ ἐν Ἀμφιπόλι τῇ ἐπὶ Στρυμόνι. [11] ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ, ἔθυε τοῖσι θεοῖσιν ὅσοι γε πάτριοι μαντευτοὶ αὐτῷ, καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσι καὶ αὐτῷ τῷ Ὠκεανῷ, καὶ τῷ Ὑδάσπῃ ποταμῷ, ἀπ᾽ ὅτου ὡρμᾶτο, καὶ τῷ Ἀκεσίνῃ, ἐς ὅντινα ἐκδιδοῖ Ὑδάσπης, καὶ τῷ Ἰνδῷ, ἐς ὅντινα ἄμφω ἐκδιδοῦσιν: [12] ἀγῶνές τε αὐτῷ μουσικοί τε καὶ γυμνικοὶ ἐποιεῦντο, καὶ ἱερήϊα τῇ στρατιῇ πάσῃ κατὰ τέλεα ἐδίδοτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: